diumenge, 28 d’agost del 2016

μνημόσυνα λιπέσθαι

Helmet of Miltiades the Younger (Archaeological Museum of Olympia), by Oren Rozen.
Πρὸς τοῦτον ἐλθὼν Μιλτιάδης ἔλεγε τάδε͘ «’Eν σοὶ νῦν, Καλλίμαχε, ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι. νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι, δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ περιγένηται αὕτη ἡ πόλις, οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι.» (Ἡρόδοτος, Ἱστορίαι 6, 109,2-3)    

Cap comentari:

Publica un comentari a l'entrada