diumenge, 2 d’abril de 2017

Ἀφροδίτην ἀπ᾽ αὐτῆς ἐπλάσατο

The Colonna Venus, Roman marble copy of the Aphrodite of Cnidus by Praxiteles
Kαὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπ᾽αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε:

Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα,
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ βάλλω
οὐκέτ᾽ ὀιστεύων, ἀλλ᾽ ἀτενιζόμενος.

(Ἀθήναιος NαυκρατίτηςΔειπνοσοφισταί XIII, 59)


Cap comentari:

Publica un comentari a l'entrada